Numbers 23

1καὶ εἶπεν Βαλααμ τῷ Βαλακ Οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 2καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 3καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν. 4καὶ ἐφάνη θεὸς τῷ Βαλααμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλααμ Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 5καὶ ἐνέβαλεν θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλααμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλακ οὕτως λαλήσεις. 6καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ' αὐτοῦ. 7καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ' αὐτῷ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλακ, βασιλεὺς Μωαβ ἐξ ὀρέων ἀπ' ἀνατολῶν λέγων δεῦρο ἄρασαί μοι τὸν Ιακωβ καὶ Δεῦρο ἐπικατάρασαί μοι τὸν Ισραηλ. 8τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος, τί καταράσωμαι ὃν μὴ καταρᾶται θεός; 9ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. 10τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ισραηλ; ἀποθάνοι ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. 11καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. 12καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι; 13καὶ εἶπεν πρὸς αὐτὸν Βαλακ Δεῦρο ἔτι μετ' ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ' μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς, Καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 14καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 15καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν. 16καὶ συνήντησεν θεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις. 17καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ' αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλακ Τί ἐλάλησεν κύριος; 18καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι, Βαλακ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφωρ. 19οὐχ ὡς ἄνθρωπος θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; 20ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. 21οὐκ ἔσται μόχθος ἐν Ιακωβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ· κύριος θεὸς αὐτοῦ μετ' αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. 22θεὸς ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. 23οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ· κατὰ καιρὸν ῥηθήσεται ιακωβ καὶ τῷ Ισραηλ, τί ἐπιτελέσει θεός. 24ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. 25καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ οὔτε κατάραις καταράσῃ μοι αὐτὸν Οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. 26καὶ ἀποκριθεὶς Βαλααμ εἶπεν τῷ Βαλακ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα, ἐὰν λαλήσῃ θεός, τοῦτο ποιήσω; 27καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ Καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν. 28καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν τοῦ Φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον. 29καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 30καὶ ἐποίησεν Βαλακ καθάπερ εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Copyright information for LXX